Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 156
Dioscurides Pedianus, De materia medica 156
Not analysed yet
156 ἀνδρόσαιμον· οἱ δὲ Διονυσιάδα, οἱ δὲ καὶ τοῦτο ἄσκυρον καλοῦσι. διαφέρει δὲ τοῦ ὑπερικοῦ καὶ τοῦ ἀσκύρου θάμνος ὢν λεπτόκαρφος, φρυγανώδης, πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλασίονα πηγάνου, ἃ τριφθέντα οἰνώδη χυλὸν ἀνίησι, μασχάλας τε ἔχει πλείονας ἐπʼ ἄκρῳ τεταρσωμένας, περὶ ὡς ἀνθύλλια μικρά, μήλινα· καρπὸς ἐν κάλυκι ὅμοιος τῳ τῆς μελαίνης 2 μύκωνος, οἱονεὶ κατάγραφος· ἀνατριφθεῖσα δὲ ἡ κόμη ῥητιυώδη ὀσμὴν προσδίδωσι. καὶ τούτου ὁ καρπὸς λεῖος δραχμῶν δυεῖν ὁλκὴ ποθεὶς ἄγει χολώδη καὶ κόπρια. θεραπεύει δὲ μάλιστα ἰσχιάδας· δεῖ δὲ μετὰ τὴν κάθαρσιν ὕδατος ἐπιρροφεῖν ἀλἴγον· καὶ πυρίκαυτα δὲ ἡ πόα κατακπλασθεῖσα θεραπεύει καὶ αῖμα ἐπέχει.