Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 158
Dioscurides Pedianus, De materia medica 158.1
Not analysed yet
158 χαμαίπιτυς, ἣν ἔνιοι ἐν πόντῳ ὁλόκυρον καλοῦσιν, ἐν δὲ Εὐβοίᾳ σιδηρῖτιν, Ἀθήνησι δὲ ἰωνιάν. πόα ἕρπουσα ἐπὶ γῆς, ὑπόκυρτος· φύλλα δὲ ἔχει ὅμσια ἀειζῴῳ τῳ μικρῷ, λεπτότερα δὲ καὶ λιπαρώτερα καὶ δασέα, πυκνὰ περὶ τούς κλάδους, ὀσμὴν| ἔχοντα πίτυος, ἄνθη δὲ λεπτά, μήλινα, ῥίζαν δὲ ὡς κιχόριον. ταύτης τὶ φύλλα πινόμενα μετʼ οἴνου ἐπὶ ἡμέρας ἑπτὰ ἴκτερον θεραπεύει, ἐπὶ δὲ ἡμέρας τεσσαράκοντα ἰσχιάδα ἰᾶται μεθʼ ὑδρομέλιτος πινόμενα. δίδοται δὲ καὶ ἡπατικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς, ἰδίως ἁρμόζοντα καὶ στροφουμένοις.