Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 157
Dioscurides Pedianus, De materia medica 157
Not analysed yet
157 κόρις· οἱ δὲ καὶ τοῦτο ὑπερικὸν καλοῦσι. φύλλον ἔχει παραπλήσιον τῳ τῆς ἐρείκης, μικρότερον δὲ καὶ λιπαρώτερον καὶ ἐρυθρόν· θάμνος δὲ σπιθαμιαῖος, εὔστομος, δριμύς, εὐώδης. τούτου ὁ καρπὸς πινόμενος οὖρα καὶ καταμήνια ἄγει· βοηθεῖ καὶ φαλαγγιοδήκτοις καὶ ἰσχιαδικοῖς καὶ ἀπισθοτονικοῖς σὺν αἴνῳ πινόμενος, πρὸς δὲ ῥίγη σύν πεπέρει· ἐπὶ δὲ ἀπισθοτονικῶν καὶ σύγχρισμα σὺν ἐλαίῶ ἁρμόδιον.