Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 17
Dioscurides Pedianus, De materia medica 17.1-2
Not analysed yet
17 ἄκανθος· οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα καλοῦσι. φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις. ἔχει δὲ φύλλα πολλῷ πλατύτερα καὶ μακρότερα θρίδακος, ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, λιπαρά, λεῖα, μέλανα, καυλὸν δὲ δίπηχυν, λεῖον, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν |οἱονεὶ κιτταρίοις ὑπομήκεσιν, ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα ὑπομηκες, μήλινον, θυρσοειδὴς δὲ ἡ κεφαλή.