Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 17
Dioscurides Pedianus, De materia medica 17.2-2
Not analysed yet
ῥίζαι δ᾿ ὕπεισι γλίσχραι, 2 μυξώδεις, ἔμπυρροι, μακραί, αἵτινες πυρικαύστοις καὶ στρέμμασιν ἁρμόζουσι καταπλασσόμεναι· πινόμεναι δὲ οὖρα ἄγουσι καὶ κοιλίαν ἱστᾶσι φθισικοῖς τε καὶ σπάσμασιν ὠφέλιμοι καὶ δήγμασι. γίνεται δὲ καὶ ἀγρία ἄκανθος, ὁμοία σκολύμῳ, ἀκανθώδης, βραχυτέρα τῆς ἐν παραδείσοις καὶ ἡμέρου. δύναται δὲ καὶ ἡ ταύτης ῥίζα, ὅσα καὶ ἡ πρὸ αὐτῆς.