Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 18
Dioscurides Pedianus, De materia medica 18-2
Not analysed yet
18 ἀνωνίς· οἱ δὲ ὀνωνίδα καλοῦσι. κλῶνες σπιθαμιαῖοι καὶ μείζονες, θαμνοειδεῖς, πολυγόνατοι, μασχάλας ἔχοντες πολλάς, κεφάλια περιφερῆ, φυλλάρια λεπτά, μικρά, πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτοκοπίοις, ὑποδασέα, εὐώδη ἁλμεύεται δὲ πρὸ τοῦ ἀκανθοφορῆσαι καὶ ἐστιν ἡδίστη. ἔχουσι δὲ οἱ κλάδοι ἀκάνθας ὀξείας, σκολοποειδεῖς, στερεάς, ῥίζαν δὲ θερμαν|τικήν, λευκήν. ἦς ὁ φλοιὸς πινόμενος σὺν οἴνῳ οὖρα ἄγει καὶ λίθους θρύπτει, ἐσχάρας περιρρήσσει. ἀφεψηθεῖσα δὲ ἐν ὀξυκράτῳ καὶ διακλυζομένη πόνον ὀδόντων πραΰνει.