Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 18
Dioscurides Pedianus, De materia medica 18-3
Not analysed yet
18 μήδιον· φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσι. φύλλα δὲ σέριδι ὅμοια, καυλὸς τρίπηχυς, ἄνθη πορφυροειδῆ, μεγάλα καὶ περιφερῆ, καρπὸς μικρός, ἐοικὼς κνήκῳ, ῥίζα σπιθαμιαία, βακτηρίας ἔχουσα πάχος, στρυφνὴ γευομένῳ, ἥτις ξηρὰ λεία ἐκλειχθεῖσα σὺν μέλιτι ἐφʼ ἱκανὰς ἡμέρας ῥοῦν τὸν ἐρυθρὸν ἵστησι. τὸ δὲ σπέρμα σὺν οἴνῳ ποθὲν ἔμμηνα ἄγει.