Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 19
Dioscurides Pedianus, De materia medica 19-3
Not analysed yet
19 ἐπιμήδιον· καυλός ἐστιν οὐ μέγας, κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον δέκα ἢ δώδεκα· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει· ῥίζαι λεπταί, μέλαιναι, βαρύοσμοι, γευσαμένῳ μωραί· φύεται ἐν τόποις ὑδρηλοῖς. ταύτης τὰ φύλλα λεῖα μετʼ ἐλαίου κατάπλασμα μαστῶν εἰς τὸ μὴ αὔξεσθαι, ἀτόκιός τε ἡ ῥίζα, καὶ τὰ φύλλα λεῖα ποθέντα ἐν οἴνῳ μετὰ τὴν κάθαρσιν δραχμῶν πέντε πλῆθος ἐπὶ ἡμέρας πέντε ἀσυλλήπτους τηρεῖ.