Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 20
Dioscurides Pedianus, De materia medica 20.1-3
Not analysed yet
20 ξιφίον· οἱ δὲ φασγάνιον, οἱ δὲ μαχαιρίωνα καλοῦσι διὰ τὸ τοῦ φύλλου σχῆμα· ἔοικε γὰρ ἴριδι, ἔλαττον ὂν καὶ στενώτερον, ἄποξυ ὡς μαχαίριον, ἰνῶδες· καυλὸν δὲ ἀνίησι πηχυαῖον, ἐφʼ οὗ ἄνθη πορφυρᾶ, στοιχηδὸν ἀπʼ ἀλλήλων διεστῶτα, καρπὸν δὲ στρογγύλον, ῥίζας δύο, τὴν μίαν τῆς ἑτέρας ἐπικαθημένην, ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν κάτω ἰσχνή ἐστιν |,ἡ δὲ ἄνωθεν ἁδροτέρα· φύεται μάλιστα ἐν ἀρούραις.