Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 20
Dioscurides Pedianus, De materia medica 20.2-3
Not analysed yet
δύναται δὲ ἡ ἄνωθεν ῥίζα καταπλαττομένη μετʼ οἴνου καὶ 2 λιβανωτοῦ ἀκίδας καὶ σκόλοπας ἐπισπᾶσθαι, σὺν ἀλεύρῳ δὲ αἰρίνῳ καὶ ὑδρομέλιτι διαφορεῖν φύγεθλα, ὅθεν καὶ ταῖς τοιαύταις ἐμπλάστροις μείγνυται· ἄγει δὲ καὶ καταμήνια προστεθεῖσα. φασὶ δὲ καὶ ἀφροδίσια παρορμᾶν τὴν ἀνωτέρω ῥίζαν σὺν οἴνῳ ποθεῖσαν, τὴν κατωτέραν δὲ ἀγόνους ποιεῖν, ἐντεροκηλικοῖς τε παιδίοις ὠφελίμως δίδοσθαι τὴν ἐπάνω ῥίζαν ἐν ποτῷ σὺν ὕδατι.