Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 24
Dioscurides Pedianus, De materia medica 24-3
Not analysed yet
24 ἄγχουσα ἑτέρα, ἣν ἔνιοι Ἀλκιβιάδειον ἢ ὀνοχειλὲς ἐκάλεσαν. αὕτη διαφέρει τῆς πρώτης τῳ μικρότερα ἔχειν τὰ φύλλα, τραχέα δὲ ὁμοίως, καὶ τὰ κλωνία λεπτά, ἐφ᾿ ὧν ἄνθος πορφυροειδές, ὑποφοινικοῦν, ῥίζας δὲ ἐρυθράς, εὐμήκεις, περὶ τὸν πυραμητὸν ἐχούσας τι αἱματῶδες· φύεται ἐν ἀμμώδεσι τόποις. δύναμις δὲ αὐτῆς καὶ τῶν φύλλων θηριοδήκτοις βοηθεῖν, μάλιστα δὲ ἐχιοδήκτοις ἐσθιόμενα καὶ πινόμενα καὶ περιαπτόμενα κἂν μασησάμενός τις εἰς τὸ στόμα τοῦ θηρίου ἐναποπτύσῃ, ἀποκτείνει αὐτό.