Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 28
Dioscurides Pedianus, De materia medica 28-2
Not analysed yet
28 ἡ δὲ ὀνῖτις καλουμένη λευκοτέρα τοῖς φύλλοις ἐστὶ καὶ μᾶλλον ἐοικυῖα ὑσσώπῳ, καὶ τὸ σπέρμα ὥσπερ κυρύμβους συνεχεῖς ἐπικειμένους ἔχει. δύναται δὲ τὰ αὐτὰ τῇ Ἡρακλεωτικῇ, οὐχ οὕτως μέντοι δραστικὴ καθέστηκεν.