Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 29
Dioscurides Pedianus, De materia medica 29-3
Not analysed yet
29 ἡ δὲ ἀγριορίγανος, ἣν πάνακες ἢ Ἡρακλείαν ἢ κονίλην καλοῦσιν, ὧν ἐστι καὶ Νίκανδρος ὁ Κολοφώνιος (Th. 626 sq.) · ἔχει τὰ μὲν φύλλα ὀριγάνῳ ὅμοια, ῥαβδία δὲ σπιθαμιαῖα, λεπτά, ἐφ᾿ ὧν σκιάδια ὅμοια ἀνήθῳ· ἄνθη δὲ λευκά, ῥίζα λεπτή, ἄχρηστος. ἰδίως δὲ βοηθεῖ θηριοδήκτοις τὰ φύλλα καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα.