Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 29
Dioscurides Pedianus, De materia medica 29-4
Not analysed yet
29 ἄγρωστις· γινώσκεται· κλημάτια γονατώδη, ἔρποντα ἐπὶ γῆς καὶ ἀπὸ τῶν κλάδων προϊέμενα ῥίζας γονατώδεις, γλυκείας, φύλλα ὀξέα, σκληρά, πλατέα ὡς καλάμου μικροῦ, τρέφοντα βόας καὶ κτήνη. ταύτης ἡ ῥίζα καταπλασσομένη λεία τραύματα κολλᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς πινόμενον ποιεῖ πρὸς στρόφους καὶ δυσουρίας καὶ τὰ περὶ κύστιν ἕλκη καὶ λίθους θρύπτει.