Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 28
Dioscurides Pedianus, De materia medica 28-3
Not analysed yet
28 ὠκιμοειδές· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν ἢ Φιλεταίριον. φύλλα μὲν ἔχει ὠκίμῳ ὅμοια, κλῶνας δὲ σπιθαμιαίους, δασεῖς, λοβούς δὲ παραπλησίους ὑοσκυάμῳ, πλήρεις σπέρματος μέλανος, ἐοικότος μελανθίῳ. δύναμιν δὲ ἔχει τὸ σπέρμα πινόμενον ἐν οἴνῳ ἐχιοδήκτους καὶ τὰ ἄλλα τῶν ἑρπετῶν δήγματα θεραπεύειν· δίδοται δὲ καὶ ἰσχιαδικοῖς μετὰ σμύρνης καὶ πεπέρεως. ῥίζα δ᾿ ὕπεστι λεπτή, ἄχρηστος.