Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 30
Dioscurides Pedianus, De materia medica 30.1-2
Not analysed yet
30 τραγορίγανος· θαμνίσκος ἐστὶν ἑρπύλλῳ ἀγρίῳ ἐοικὼς τὰ φύλλα καὶ τὰ κλωνία· ἤδη μέντοι εὑρίσκεταί τις κατὰ τόπους εὐερνεστέρα καὶ πλατύφυλλος, κολλώδης ἱκανῶς· ἡ δέ τις λεπτόκαρφος καὶ λεπτόφυλλος, ἣν καὶ πράσιον ἔνιοι καλοῦσιν. ἀρίστη δὲ ἡ Κιλίκιος καὶ ἡ ἐν Κῷ καὶ ἡ ἐν Πίῳ καὶ Σμύρνη καὶ Κρήτη.