Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 33
Dioscurides Pedianus, De materia medica 33-3
Not analysed yet
33 σιδηρῖτις, οἱ δὲ Ἡρακλείαν· πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πρασίῳ, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός, μικρότερα μέντοι καὶ τραχέα. καυλούς δὲ ἀνίησι τετραγώνους, σπιθαμιαίους ἢ καὶ μείζονας, οὐκ ἀηδεῖς ἐν τῇ γεύσει καὶ ποσῶς ὑποστύφοντας, ἐφ᾿ οἷς ἐκ διαστημάτων σφόνδυλοι περιφερεῖς ὥσπερ πρασίου, καὶ ἐν αὐτοῖς σπέρμα μέλαν· φύεται ἐν ὑποπέτροις χωρίοις. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα τραυμάτων κολλητικὴν καὶ ἀφλέγμαντον.