Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 34
Dioscurides Pedianus, De materia medica 34-3
Not analysed yet
34 ἄλλη σιδηρῖτις· κλῶνας ἔχει διπήχεις, λεπτούς, φύλλα δὲ ἐπὶ μόσχων μακρῶν, ὅμοια τοῖς τῆς πτερίδος, ἀκροσχιδῆ, πολλὰ ἑκατέρωθεν, ἐκ δὲ τῶν ἀνωτέρω μασχαλῶν ἀποφύσεις λεπτάς, μακράς, ἐπ᾿ ἄκρου σφαιροειδῆ κεφαλὴν ἐχούσας τραχεῖαν, ἐν ᾗ σπέρμα ὅμοιον τεύτλῳ, στρογγυλώτερον δὲ καὶ σκληρότερον. δύναμις δὲ καὶ ταύτης ἐστὶ τῶν φύλλων τραυματική.