Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 34
Dioscurides Pedianus, De materia medica 34
Not analysed yet
34 ἐοικότως δὲ καὶ τὸ βαλάνινον ἐργάζεται. δύναμιν δὲ ἔχει καθαρτικὴν σπίλων, φακῶν, ἰόνθων, οὐλῶν μελανίας, κοιλίας τε μαλακτικήν. ἔστι δὲ κακοστόμαχον· ἁρμόζει δὲ καὶ ὠταλγίαις καὶ ἤχοις καὶ συριγμοῖς μετὰ χηνείου στέατος ἐγχεόμενον. ὁμοίως δὲ σκευάζεται τοῖς προειρημένοις τό τε σησάμινον ἐκ τοῦ σησάμου καὶ τὸ καρύινον ἐκ τῶν βασιλικῶν καρύων συντιθέμενον. δύναμιν δὲ ἔχουσι τὴν αὐτὴν τῷ βαλανίνῳ.