Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 35
Dioscurides Pedianus, De materia medica 35
Not analysed yet
35 καὶ τὸ ὑ ὑοσκυάμινον δὲ σκευάζεται οὕτως· λαβὼν τὸν λευκὸν καρπὸν ξηρόν, πρόσφατον καὶ κόψας ὕδατι θερμῷ φύρα, ὡς προείρηται ἐπὶ τοῦ ἀμυγδαλίνου, ἡλιάζων τε τὰ ὑπὸ χεῖρα ξηραινόμενα αὐτοῦ μέρη τῷ ὅλῳ ἀνάμισγε καὶ τὸ αὐτὸ ποίει, ἄχρις ὅτου ἂν μελανθῇ καὶ δυσῶδες γένηται, εἶτα διὰ φορμοῦ ἐκθλίψας ἀποτίθεσο. ποιεῖ δὲ καὶ πρὸς ὠταλγίας καὶ πεσσοῖς μείγνυται μαλακτικὸν ὄν.