Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 37
Dioscurides Pedianus, De materia medica 37
Not analysed yet
37 τὸ δὲ ῥαφάνινον σκευάζεται ἐκ τοῦ αὐτῆς σπέρματος ὁμοίως ὥσπερ καὶ τὰ λοιπά. ἁρμόζει δὲ τοῖς ἐκ νόσου φθειριῶσι καὶ τὰς περὶ τὸ πρόσωπον σμήχει τραχύτητας. χρῶνται δὲ αὐτῷ οἱ ἐν Αἰγύπτῳ τοῖς προσοψήμασι συνέψοντες αὐτό. καὶ τὸ μελάνθινον δὲ τὴν αὐτὴν ἔχει δύναμιν καὶ σκευασίαν τῷ ῥαφανίνῳ.