Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 36
Dioscurides Pedianus, De materia medica 36
Not analysed yet
36 ὁμοίως δὲ καὶ τὸ διὰ τοῦ Κνιδίου κόκκου σκευάζεται λεπισθέντος καὶ κοπέντος. καθαρτικὴν δὲ ἔχει δύναμιν κοιλίας πινόμενον. ὡσαύτως δὲ καὶ κνήκινον σκευάζεται. δύναμις δὲ ἡ αὐτὴ τῷ διὰ τοῦ Κνιδίου κόκκου, ἀνειμένη δὲ μᾶλλον.