Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 4
Dioscurides Pedianus, De materia medica 4.1-4
Not analysed yet
4 πολύγονον ἄρρεν· οἰ δὲ καρκίνωθρον, οἱ δὲ τευθαλλίδα, οἱ δὲ κλῆμα, οἱ δὲ μυρτοπέταλον, οἱ δὲ πολύκαρπον καλοῦσι. πόα ἐστὶ κλῶνας ἔχουσα λεπτούς, τρυφερούς, πολλούς, γόνασι περιειλημμένους, ἕρποντας ἐπὶ γῆς ὥσπερ ἡ ἄγρωστις, φύλλα δὲ πηγάνῳ ὅμοια, ἐπιμηκέστερα δὲs καὶ μαλακώτερα· ἔχει δὲ καρπὸν παῤ ἕκαστον φύλλον, ὅθεν καὶ ἄρρεν καλεῖται, ἄνθος δὲ λευκὸν ἢ φοινικοῦν. δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικήν. ὁ δὲ χυλὸς πινόμενος ἁρμόζει αἱμοπτυϊκοῖς καὶ τοῖς κατὰ κοιλίαν ῥεύμασι καὶ χολερικοῖς καὶ στραγγουριῶσιν· ἄγει γὰρ οὖρα ἐνεργῶς.