Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 3
Dioscurides Pedianus, De materia medica 3-4
Not analysed yet
3 Λυσιμάχειος· καυλοὺς ἀνίησι πηχυαίους ἡ καὶ μείζονας, λεπτούς, θαμνώδεις, ὧν παρὰ τὰ γόνατα φύλλων λεπτῶν ἐκφύσεις. παραπλησίων τοῖς τῆς ἰτέας, στυφόντων ἐν τῇ γεύσει· ἄνθος πορφυροῦν ἢ χρυσοειδές· φύεται ἐν τόποις ἑλώιγεύσει· καὶ παρὰ τὰ ὕδατα. ἁρμόζει δὲ ὁ χυλὸς τῶν φύλλων στυπτικὸς ὢν πρὸς αἵματος ἀναγωγὰς καὶ δυσεντερίας, πόμα καὶ ἔγκλυσμα, ῥοῦν τε γυωαικεῖον ἵστησιν ἐν προσθέτῳ, καὶ πρὸς τἀς ἐκ μυδτήρων αἱμορραγίας ἐμφρασσομένη ἡ πόα ἁρμόζει· ἐστι δὲ καὶ τραυματικὴ καὶ ἴσχαιμος. θυμιαθεῖσα δὲ δριμύτατον ἔχει τὸν καπνόν, ὥστε καὶ ἑρπετὰ διώκειν καὶ μύας ἀποκτείνειν.