Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 4
Dioscurides Pedianus, De materia medica 4.2-4
Not analysed yet
2 βοηθεῖ καὶ θηριοδήκτοις μετ᾿ οἴνου πινόμενος καὶ πρὸς περιοδικούς πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας λαμβανόμενος· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστεθείς, καὶ πρὸς ὠταλγίας καὶ πυορροίας] ἐνσταζόμενος ἁρμόζει, συνεψηθείς δὲ οἴνῳ καὶ μέλι προσλαβών ἄκρως ποιεῖ πρὸς τὰ ἐν αἰδοίοις ?ελκη. καταπλάσσεται δὲ τὰ φύλλα πρὸς στομάχου ἔγκαυσιν καὶ αἵματος ἀναγωγὴν καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ φλεγμονὰς καὶ οἰδήματα καὶ τραύματα πρόσφατα.