Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 5
Dioscurides Pedianus, De materia medica 5-4
Not analysed yet
5 πολύγονον θῆλυ· θαμνίον ἐστὶ μονόκλωνον, τρυφερόν, καλαμοειδές, γόνατα συνεχῆ ἔχον ἐγκείμενα ἀλλήλοις ὥσπερ σάλπιγγος, καὶ περὶ τοῖς γόνασι κύκλῳ ἐξοχάς πίτυος φυλλαρίοις ἐοικυίας· ῥίζα ἀχρεία. φύεται παρὰ τοῖς ὕδασι. δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦσαν τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ, ὅτι μή ἀσθενέστερον.