Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 41
Dioscurides Pedianus, De materia medica 41-3
Not analysed yet
41 σισύμβριον οἱ δὲ ἕρπυλλον ἄγριον μέγαν καλοῦσιν· ἐν χέρσοις φύεται, ἐοικὸς ἡδυόσμῳ, πλατυφυλλότερον δὲ καὶ εὐωδέστερον, στεφανωματικόν. δύναμιν δὲ ἔχει θερμαντικήν· ἁρμόζει δὲ πρὸς στραγγουρίας καὶ λιθιάσεις σὺν οἴνῳ πινόμενον τὸ σπέρμα καὶ στρόφους καὶ λυγμούς παύει. τὰ δὲ φύλλα καταπλάσσεται πρὸς κεφαλαλγίαν ἐπὶ τῶν κροτάφων καὶ τοῦ μετώπου πρός τε σφηκῶν πληγὰς καὶ μελισσῶν· ἵστησι δὲ καὶ ἐμέτους ποθέν.