Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 42
Dioscurides Pedianus, De materia medica 42-2
Not analysed yet
42 μᾶρον ἢ ὑσόβρυον· πόα γνώριμος, φρυγανώδης, ὁμοία τῷ ἄνθει ὀριγάνῳ· τὰ μέντοι φύλλα τούτου λευκότερα πολλῷ καὶ τὸ ἄνθος εὐωδέστερον. ἔχει δὲ δύναμιν ὁμοίαν σισυμβρίῳ, ὑποστῦφον καὶ θερμαῖνον ἠρέμα, ὅθεν νομάς τε ἵστησι καταπλασσόμενον καὶ εἰς τὰ θερμαντικὰ τῶν συγχρισμάτων μείγνυται. γεννᾶται δὲ κατὰ Μαγνησίαν καὶ Τράλλεις πλεῖστον.