Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 42
Dioscurides Pedianus, De materia medica 42.1-2
Not analysed yet
42 πεντέφθλλον· οἱ δὲ πενταπετές οἱ δὲ πεντάτομον, οἱ δὲ πενταδάκτυλον, οἱ δὲ ψευδοσέλινον, οἱ δὲ καλλιπέταλον|, οἱ δὲ ξυλόλωτον, οἱ δὲ ξυλοπέταλον καλοῦσι. κλῶνας φέρει καρφοειδεῖς, λεπτούς, σπιθαμιαίους, ἐφ᾿ ὧν ὁ καρπός· φύλλα δὲ ἔχει ἐοικότα ἡδυόσμῳ, πέντε καθ᾿ ἕκαστον μόσχον, σπανίως δέ που πλείονα, κύκλωθεν ἐσχισμένα πριονοειδῶς, ἄνθος δὲ ὠχρόλευκον. φύεται δὲ ἐν ἐφύδροις τόποις καὶ παρʼ ὀχετοῖς. ῥίζαν δὲ ἔχει ὑπέρυθρον, ἐπιμήκη, παχυτέραν ἐλλεβόρου μέλανος· ἐστι δὲ πολύχρηστος.