Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 41
Dioscurides Pedianus, De materia medica 41-4
Not analysed yet
41 Εὐπατόριος· πόα ἐστὶ φρυγανώδης, ῥάβδον ἀναφέρουσα μίαν, ἀρθήν, ξυλώδη, λεπτήν, μέλαιναν, ἔνδασυν, πήχεως ἢ καὶ μείζονα· φύλλα δὲ ἐκ διαστήματος, ἐσχισμένα μάλιστά που εἰς πέντε μοίρας ἢ καὶ πλείους, τοῖς τῆς πεντεφύλλου ἢ καννάβεως μᾶλλον ἐοικότα, καὶ αὐτὰ δὲ ὑπομέλανα, πριονοειδῶς ἐξ ἄκρων ἐντετμημένα· σπέρμα δὲ περιπέφυκεν ἀπὸ μέσου 2 τσῦ καυλοῦ ὑπόδασυ, κάτω νενευκός, ὡς καὶ τοῖς ἱματίοις προσέχεσθαι ξηρανθέν. ταύτης τά φύλλα μετὰ στέατος χοιρείου παλαιοῦ λεῖα ἐπιτεθέντα τὰ δυσαπούλωτα τῶν ἑλκῶν ἰᾶται, τὸ δὲ σπέρμα καὶ ἡ πόα σὺν οἴνῳ πινομένη δυσεντερικούς καὶ ἡπατικοὺς καὶ ἑρπετοδήκτους ὠφελεῖ. ἔνιοι ταύτην ἀργεμώνιον ἐκάλεσαν πλανηθέντες· ἑτέρα γάρ ἐστιν, ὡς ὑπεδείξαμεν (II 207).