Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 44
Dioscurides Pedianus, De materia medica 44-3
Not analysed yet
44 Ἰδαία ῥίζα· φύλλα ἔχει ὀξυμυρρίνῃ ἐοικότα, παῤ αὐτὰ δὲ ὡς ἕλικες μακραὶ πεφύκασιν, ἐξ ὧν τὸ ἄνθος. ταύτης ἡ ῥίζα στυπτικὴ σφόδρα, ἁρμόζουσα ἐφ᾿ ὧν στύψεώς ἐστι χρεία πίνεται δὲ καὶ πρὸς κοιλίας ῥεύματα καὶ ῥοῦν γυναικεῖον αἱμορραγίαν τε πᾶσαν ἵστησιν.