Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 45
Dioscurides Pedianus, De materia medica 45-2
Not analysed yet
45 Ῥοδία ῥίζα· γεννᾶται ἐν Μακεδονίᾳ ἐοικυῖα κόστῳ, κουφοτέρα δὲ καὶ ἀνώμαλος, ῥόδων ἐν τῇ διατρίψει ἀποφορὰν ποιοῦσα. χρησιμεύει δὲ ἐπὶ τῶν κεφαλαλγούντων σύν νάρδῳ λιτῇ ἐμβρεχομένη καὶ ἐπιτιθεμένη μετώπῳ καὶ κροτάφοις.