Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 45
Dioscurides Pedianus, De materia medica 45.1-2
Not analysed yet
45 πήγανον· τὸ ὄρειον καὶ ἄγριον τοῦ ἡμέρου δριμύτερον καὶ ἄθετον πρὸς βρῶσιν, τοῦ δὲ κηπευτοῦ ἐδωδιμώτερον τὸ παρὰ ταῖς συκαῖς φυόμενον. ἀμφότερα δὲ θερμαντικά, καυστικά, ἑλκωτικά, οὐρητικά, ἐμμήνων ἀγωγὰ ἐσθιόμενά τε καὶ πινόμενα κοιλίαν ἵστησι καὶ τῶν φθαρτικῶν φαρμάκων ἐστὶν ἀντίδοτος ὅσον ὀξύβαφον τοῦ σπέρματος ποθέντος μετʼ οἴνου· καὶ προβρωθέντα δὲ τὰ φύλλα καθʼ ἑαυτὰ καὶ μετὰ καρύων βασιλικῶν καὶ σύκων ξηρῶν ἄπρακτα καθίστησι τὰ θανάσιμα |καὶ πρὸς ἑρπετὰ ἁρμόζει ὁμοίως λαμβανόμενα γονήν τε σβέννυσιν ἐσθιόμενον καὶ πινόμενον.