Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 46
Dioscurides Pedianus, De materia medica 46-3
Not analysed yet
46 ἵππουρις· οἱ δὲ ἀναβάσιον, οἱ δὲ ἕφεδρον καλοῦσι. φύεται ἐν τόποις ἐφύδροις καὶ ἐν τάφροις. καυλία κενά, ὑπέρυθρα, ὑποτραχέα, στερεά, γόνασι διειλημμένα ἐμπεφυκόσιν εἰς ἄλληλα, περὶ δὲ αὐτὰ φύλλα σχοινώδη, λεπτά, πυκνά· αὔξεται δὲ εἰς ὕψος ἀναβαίνουσα ἐπὶ τὰ παρακείμενα στελέχη καὶ κατακρέμαται περικεχυμένη κόμαις πολλαῖς μελαίναις καθάπερ ἵππου οὐρά· ῥίζα ξυλώδης, σκληρά. 2 στυπτικὴ δὲ ἡ πόα, ὅθεν ὁ χυλὸς αὐτῆς αἱμορραγίας ἵστησι τὰς ἐκ μυκτήρων καὶ δυσεντερίας ὠφελεῖ πινόμενος μετ᾿ οἴνου· κινεῖ δὲ οὖρα. τὰ δὲ φύλλα τραύματα ἴναιμα κολλᾷ λεῖα ἐπιπλαττόμενα, ἡ δὲ ῥίζα καὶ ἡ πόα βήττουσί τε καὶ ὀρθοπνοΐκοῖς καὶ ῥηγματίαις ἀρήγει. ἱστορεῖται δὲ καὶ ἐντέρου διαίρεσιν καὶ κύστεως διακοπὴν καὶ ἐντεροκήλην συνάγειν τὰ φύλλα πινόμενα σὺν ὕδατι.