Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 47
Dioscurides Pedianus, De materia medica 47-2
Not analysed yet
47 μῶ λυ· τὰ μὲν φύλλα ἔχει ἀγρώστει ὄμοια, πλατύτερα δέ, ἐπὶ γῆν κλώμενα, ἄνθη δὲ λευκοῖοις παραπλήσια, γαλακτόχροα, ἧσσονα δὲ πρὸς τὰ τοῦ ἴου, καυλὸν δὲ λεπτόν, πήχεων τεσσάρων· ἐπʼ ἄκρου δὲ ἔπεστιν ὡσεὶ σκορδοειδές τι· ῥίζα δὲ μικρά, βολβοειδής. αὕτη σφόδρα ἀγαθὴ πρὸς ὑστέρας ἀναστομώσεις τετριμμένη καὶ μετ᾿ αἰρίνου ἀλεύρου προστιθεμένη ἐν πεσσῷ.