Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 48
Dioscurides Pedianus, De materia medica 48.1-2
Not analysed yet
48 πάνκες Ἡράκλειον, ἐξ οὖ ὁ ὀποπάναξ συλλέγεται, πλεῖστον γεννᾶται ἐν τῇ Βοιωτίᾳ καὶ ἐν Ψωφίδι τῆς Ἀρκαδίας, ὥστε καὶ ἐπίτηδες κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα δὲ ἔχει τραχέα, χαμαιπετῆ, χλωρὰ σφόδρα, πρὸς τὰ τῆς συκῆς, ἐν τῷ περιφερεῖ ἐπεσχισμένα πενταμερῶς· καυλὸν δὲ ὥσπερ νάρθηκος, ὑψηλότατον, ἔχοντα χνοῦν λεπτόν, λευκὸν καὶ φύλλα περὶ αὐτὸν μικρότατα· σκιάδιον δʼ ἐπʼ ἄκρου ὡς ἀνήθου, ἄνθος δὲ μήλινον, σπέρμα εὐῶδες καὶ πυρωτικόν, ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς, λευκάς, βαρυόσμους, παχύν ἐχούσας τὸν φλοιόν, ὑπόπικρον ἐν τῇ γεύσει.