Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 48
Dioscurides Pedianus, De materia medica 48-2
Not analysed yet
48 κόκκος βαφική· θάμνος ἐστὶ φρυγανώδης, ᾧ πρόσκεινται οἱονεὶ φακοί, οἵτινες ἐκλεγόμενοι συντίθενται. ἀρίστη δέ ἐστιν ἡ Γαλατικὴ καὶ Ἀρμενιακή, ἔπειτα ἡ Ἀσιανὴ καὶ Κιλίκιος, ἐσχάτη δὲ πασῶν ἡ Σπάνη. δύναμιν δὲ ἔχει στυπτικήν, ἁρμόζουσαν τραύμασι καὶ νεύρων τρώσεσι λεία μετ᾿ ὄξους καταπλασσομένη. γεννᾶται δὲ καὶ ἐν Κιλικίᾳ ἐν ταῖς δρυσὶν ὅμοιόν τι κοχλίᾳ μικρῷ, ὃ τῷ στομώματι αἱ τῇδε γυναῖκες ἀναλέγουσαι κόκκον καλοῦσιν.