Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 49
Dioscurides Pedianus, De materia medica 49-3
Not analysed yet
49 τρὰγιον· φύεται μὲν ἐν Κρήτη μόνῃ. ἔχει δὲ τὰ μὲν φύλλα σχίνῳ ὅμοια καὶ τὰς ῥάβδους καὶ τὸν καρπόν, μικρότερα δὲ πάντα φέρει δὲ καὶ ὀπὸν κόμμει παραπλήσιον. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον καταπλασσόμενα σὺν οἴνῳ ἐπισπᾶται σκόλοπας καὶ πάντα τὰ ἐμπηγνύμενα, πινόμενα δὲ στραγγουρίας ἰᾶται καὶ λίθους τοὺς ἐν κύστει θρύπτει καὶ καταμήνια ἄγει· λαμβάνεται δὲ ὁλκὴ δραχμῆς μιᾶς. φασὶ δὲ καὶ τὰς ἀγρίας αἶγας τοξευθείσας καὶ νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰς ἀκίδας.