Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 48
Dioscurides Pedianus, De materia medica 48.2-2
Not analysed yet
φύεται δὲ καὶ ἐν Κυρήνη 2 τῆς Λιβύης καὶ ἐν Μακεδονίᾳ. ὀπίζεται δὲ ἡ ῥίζα ἐπιτεμνομένη ἀρτιβλόστων ὄντων τῶν καυλῶν· ἀνίησι δὲ λευκὸν ὀπόν, ὃς ξηρανθεὶς κατὰ τὴν ἐπιφάνειαν κροκίζει. δέχονται δὲ τὸ ἀπορρέον εἰς φύλλα προῦποτιθέντες εἰς κεκοιλωμένον ἔδαφος, ἀναιροῦνται δὲ ξηρανθέντα· ὀπίζουσι δὲ καὶ τὸν καυλὸν ἐπιτέμνοντες κατὰ τὸν πυραμητὸν καὶ ὁμοίως δεχόμενοι τὸ ἀπορρέον.