Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 48
Dioscurides Pedianus, De materia medica 48.3
Not analysed yet
εἰσὶ δὲ τῶν ῥιζῶν βελτίους αἱ λευκαὶ καὶ ξηραί, τεταναὶ καὶ ἄβρωτοι, πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι· καρπὸς δʼ εὔθετος ὁ ἐκ μέσου τοῦ νάρθηκος· ὁ γάρ ἐκ τῶν παραφυάδων ἐστὶν ἀτροφώτερος. τοῦ δὲ ὀποῦ διαφέρει ὁ πικρότερος τῇ γεύσει, ἔνδοθεν μὲν λευκός, ἔξωθεν δὲ κροκίζων, λεῖος, λιπαρός, εὔθρυπτος, ταχέως δὲ διιέμενος, βαρύοσμος ὁ δὲ μέλας φαῦλος καὶ ὁ μαλακός· δολοῦται γὰρ ἀμμωνιακῷ καὶ κηρῷ. δοκιμάζεται δὲ ὕδατι διατριβόμενος τοῖς δακτύλοις· ὁ γάρ ἄδολος ἀνίεται καὶ γαλακτοῦται.