Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 48
Dioscurides Pedianus, De materia medica 48.4
Not analysed yet
4 δύναμις δʼ αὐτοῦ ἐστι θερμαντική, λεπτυντική, μαλακτική, ὕθεν ἁρμόζει πρὸς ῥίγη καὶ περιόδους, σπάσματα, δήγματα, πλευρᾶς ἀλγήματα, βῆχας, στρόφους, στραγγουρίας, ψώρας τὰς ἐν κύστει σύν μελικράτῳ ἡ οἴνῳ ποτιζόμενος ἔμμηνά τε ἄγει καὶ ἔμβρυα φθείρει καὶ ἐμπνευματώσεις τὰς ἐν ὑστέρᾳ καὶ σκληρίας διαφορεῖ σὺν μέλιτι ἀνεθείς. ἐστι δὲ καὶ σύγχρισμα ἰσχιάδος· μείγνυται δὲ καὶ ἀκόποις καὶ κεφαλαλγικαῖς δυνάμεσι, περιρρήττει καὶ ἄνθρακας, ἁρμόζει καὶ ποδαγρικοῖς μετὰ σταφίδος ἡμέρου καταπλασσόμενος.