Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 48
Dioscurides Pedianus, De materia medica 48.5
Not analysed yet
παραιτεῖται δὲ καὶ τὰ τῶν ὀδόντων 5 ἀλγήματα ἐντιθέμενος τοῖς βρώμασιν ὀφθαλμῶν τέ ἐστιν ὀξυδερκὲς ἔγχριστον, μιγεὶς δὲ πίσσῃ ἔμπλαστρός ἐστι πρὸς τοὺς λυσσοδήκτους ἀρίστη. καὶ ἡ ῥίζα δὲ ξυσθεῖσα καὶ προστεθεῖσα μήτρᾳ ἄγει ἔμβρυα, πρός τε ἕλκη παλαιὰ ποιεῖ καὶ τὸ ἐψιλωμένα τῶν ὀστέων σαρκοῖ λεία καταπλασσομένη καὶ σὺν μέλιτι δὲ ἐγχριομένη. ὁ δὲ καρπὸς αὐτοῦ σὺν ἀψινθίῳ ληφθεὶς ἔμμηνα ἄγει, σὺν ἀριστολοχείᾳ δὲ πρὸς τὰ ἰοβόλα ἁρμόζει καὶ πρὸς τάς ὑστερικὰς πνίγας σὺν οἴνῳ ποτιζόμενος.