Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 49
Dioscurides Pedianus, De materia medica 49-2
Not analysed yet
49 πάνακες Ἀσκληπίον· ἀνίησιν ἀπὸ γῆς καυλὸν λεπτόν, πηχυαῖον, γόνασι διειλημμένον, περὶ ὃν τὰ φύλλα ὅμοια μαράθῳ, μείζονα δὲ καὶ δασύτερα, εὐώδη, καὶ ἐπʼ ἄκρου σκιάδιον, ἐφʼ οὖ τὰ ἄνθη χρυσοειδῆ, δριμέα, εὐώδη· ῥίζα δὲ μικρά, λεπτή. δύναμιν δὲ ἔχει εὔθετον τὸ ἄνθος καὶ ὁ καρπὸς πρὸς ἕλκη καὶ φύματα καὶ φαγέδαιναν λεῖα σύν μέλιτι ἐπιτιθέμενα, καὶ πρὸς ἑρπετὰ πινόμενα σὸν οἴνῳ καὶ συναλειφόμενα ἐλαίῳ. καλοῦσί τινες πάνακες καὶ τὴν ἀγρίαν ὀρίγανον οἱ δὲ κονίλην, περὶ ἦς εἴρηται ἐν τοῖς περὶ ὀριγάνου (III 129).