Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 50
Dioscurides Pedianus, De materia medica 50
Not analysed yet
50 ἁβροτονίνου σκευασία· ἐκ τοῦ εἰς τὸ κύπρινον ἠρωματισμένου ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε ἁβροτόνου φύλλων λίτρας ὀκτὼ ἔμβαλε καὶ ἀποβρέξας νύκτα καὶ ἡμέραν ἐξίπου. πολύβροχον δʼ εἰ βούλει ποιῆσαι, ἐκβαλὼν τὰ πρῶτα φύλλα, ἐμβαλὼν δὲ ἕτερα φύλλα ἐναποβρέχων ἐκπίεζε. δύναμιν δὲ ἔχει θερμαντικήν, ποιοῦσαν πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἄγον ἔμμηνα καὶ δεύτερα.