Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 51
Dioscurides Pedianus, De materia medica 51
Not analysed yet
51 ἀνηθίνου σκευασία· ἐλαίου λίτρας ὀκτὼ οὐγγίας ἐννέα, ἀνήθου ἄνθους λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἐναπόβρεχε τῷ ἐλαίῳ ἡμέραν μίαν, εἶτα ἐκπίεζε ταῖς χερσὶ καὶ ἀποτίθεσο. ἐὰν δὲ θέλῃς δίβροχον ποιῆσαι, πρόσφατον ἀνήθου ἄνθος ὡσαύτως ἀπόβρεχε. δύναται δὲ μαλάσσειν τὰ περὶ μήτραν καὶ ἀναστομοῦν, ἁρμόζον πρὸς τὰ περιοδικὰ ῥίγη, θερμαῖνον καὶ κόπους λύον καὶ ἀλγήματα ἄρθρων ὠφελοῦν.