Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 51
Dioscurides Pedianus, De materia medica 51.1
Not analysed yet
51 λιγυστικόν· φύεται μὲν πλεῖστον ἐν Λιγυρίᾳ, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχηκεν, ἐν τῳ καλουμένῳ Ἀπεννίνῳ· ὄρος δέ ἐστιν ὁμοροῦν ταῖς Ἀλπεσι. πάνακες δὲ αὐτὲ καλοῦσιν οἱ ἐπιχώριοι οὐκ ἀλόγως, ἐπεὶ ἡ ῥίζα [καὶ ὁ καυλὸς] ἔοικε τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος καὶ ἡ δύναμις ὁμοία καθέστηκε. φύεται δὲ ἐν τοῖς ὑψηλοτάτοις καὶ τραχυτέροις καὶ συσκίοις ὄρεσι, μάλιστα δὲ παρὰ τοῖς ῥύαξι.