Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 50
Dioscurides Pedianus, De materia medica 50-3
Not analysed yet
50 πάνακες Χειρώνιον· φύεται μάλιστα ἐν τῷ Πηλίῳ ὄρει. φύλλα δὲ ἔχει ἀμαράκῳ ἐμφερῆ, ἄνθη χρυσοειδῆ, ῥίζαν λεπτὴν καὶ οὐ βαθεῖαν, γευομένῳ δὲ δριμεῖαν. δύναμιν δὲ ἔχει ἡ ῥίζα πρὸς ἑρπετὰ πινομένη καὶ ἡ κόμη δὲ ἐπιπλασσομένη πρὸς τὰ αὐτὰ ποιεῖ.