Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 51
Dioscurides Pedianus, De materia medica 51.2
Not analysed yet
καυλίον δὲ φέρει λεπτόν, ὅμοιον 2 ἀνήθῳ, γεγονατωμένον, περὶ ὃ τὰ φύλλα ἐοικότα τοῖς τοῦ μελιλώτου, τρυφερώτερα δὲ καὶ εὐώδη, ἰσχνότερα δὲ τὰ πρὸς ἄκρῳ τῷ καυλῷ καὶ μᾶλλον ἐπεσχισμένα· ἐπ ἄκρου δὲ σκιάδιον, ἐφ᾿ οὖ καὶ τὸ σπέρμα μέλαν, ναστόν, ὑπόμηκες, πρὸς τὸ τοῦ μαράθρου γευσαμένῳ δὲ δριμύ καὶ ἀρωματίζον, ῥίζα λευκή, ὁμοία τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος, εὐώδης. δύναμις δὲ τοῦ σπέρματος καὶ τῆς ῥίζης θερμαντική, πεπτική, ἁρμόζουσα πρὸς τὰ ἐντὸς ἀλγήματα καὶ οἰδήματα καὶ ἐμπνευματώσεις καὶ μάλιστα τὰς περὶ στόμαχον καὶ θηρίων πληγάς.