Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 51
Dioscurides Pedianus, De materia medica 51.3
Not analysed yet
ἄγει δὲ καὶ οὖρα καὶ |ἔμμηνα πινομένη· καὶ ἡ ῥίζα 3 δὲ προστιθεμένη τὸ αὐτὸ ποιεῖ, μείγνυται δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα χρησίμως ταῖς ὀξυπόροις καὶ πεπτικαῖς δυνάμεσιν· ἱκανῶς δέ ἐστιν εὔστομον, ὅθεν καὶ ἀντὶ πεπέρεως αὐτῷ χρῶνται οἱ ἐπιχώριοι μίσγοντες τοῖς προσοψήμασι. δολοῦται δὲ σπέρματί τινι παρομοίῳ, ὃ διακρίνεις τῇ γεύσει· πικρὸν γάρ ἐστιν. ἔνιοι δὲ καὶ μαράθου ἢ σεσέλεως σπέρμα μίσγοντες δολοῦσιν.