Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 52
Dioscurides Pedianus, De materia medica 52.1-2
Not analysed yet
52 σταφυλῖνος ἄγριος· οἱ δὲ κέρας καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια γιγγιδίῳ, πλατύτερα δὲ καὶ ὑπόπικρα, καυλὸν δὲ ὄρθιον, τραχύν, σκιάδιον ἔχοντα ἀνήθῳ παραπλήσιον, ἐφʼ οὖ ἄνθη λευκά, ἐν μέσῳ δὲ μικρόν τι προρφυροειδὲς οἱονεὶ κροκύδιον· ῥίζα δὲ δακτύλου πάχος σπιθαμιαία, εὐώδης, ἐδωδίμη ἑφθή.